Add parallel Print Page Options

46 Ἦλθεν οὖν [a]πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ. 47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ [b]ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν. 48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50 λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. [c]ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ [d]ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ [e]ὑπήντησαν [f]αὐτῷ λέγοντες ὅτι ὁ παῖς [g]αὐτοῦ ζῇ. 52 ἐπύθετο οὖν [h]τὴν ὥραν παρ’ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· [i]εἶπαν οὖν αὐτῷ ὅτι [j]Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 ἔγνω οὖν ὁ πατὴρ [k]ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ [l]Ἰησοῦς· Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54 τοῦτο [m]δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:46 πάλιν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:47 ἠρώτα WH Treg NIV ] + αὐτὸν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:50 ἐπίστευσεν WH Treg NIV ] καὶ ἐπίστευσεν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:50 ὃν WH Treg NIV ] ᾧ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 ὑπήντησαν WH Treg NIV ] ἀπήντησαν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 αὐτῷ WH NIV ] + καὶ ἀπήγγειλαν Treg RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 αὐτοῦ WH Treg NIV ] σου RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 τὴν ὥραν παρ’ αὐτῶν WH Treg NIV ] παρ’ αὐτῶν τὴν ὥραν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 εἶπαν οὖν WH Treg NIV ] Καὶ εἶπον RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 Ἐχθὲς WH Treg NIV ] Χθὲς RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:53 ὅτι WH ] + ἐν Treg NIV RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:53 Ἰησοῦς WH Treg NIV ] + ὅτι RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:54 δὲ WH Treg NIV ] – RP